Δυνάμει του Τιμίου Σου Σταυρού σώσον υμάς Κύριε !
Χρόνια πολλά κι' Ευλογημένα !
Ο ΑΠΟΣΤΟΛΟΣ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
(Α´
Κορ. α´ 18-24)
Αδελφοί, ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· «᾿Απολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; ᾿Επειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. ᾿Επειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ ῞Ελληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾿Ιουδαίοις μὲν σκάνδαλον, ῞Ελλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.
Απόδοση σε νεοελληνική γλώσσα
Αδελφοί, τὸ κήρυγμα γιὰ τὸν σταυρικὸ θάνατο τοῦ Χριστοῦ εἶναι μωρία γι’ αὐτοὺς ποὺ
πᾶνε πρὸς τὸν χαμό τους· γιὰ μᾶς ὅμως ποὺ εἴμαστε στὸν δρόμο τῆς σωτηρίας εἶναι ἡ δύναμη τοῦ Θεοῦ. ῾